Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.227 Joseph. AJ 4.231 (English) >>Joseph. AJ 4.236

4.229μηδὲ κτήνεσιν ἐπάγειν ὅσα μὴ συγγενῆ· δέος γὰρ ἐκ τούτου μὴ διαβῇ καὶ μέχρι τῶν ἀνθρωπείων πρὸς τὸ ὁμόφυλον ἀτιμία τὴν ἀρχὴν ἀπὸ τῶν περὶ τὰ μικρὰ καὶ τὰ φαῦλα πρότερον λαβοῦσα. 4.230δεῖ δὲ μηδὲν εἶναι τοιοῦτον συγκεχωρημένον, ἐξ οὗ κατὰ μίμησιν παρατροπή τις τῶν κατὰ τὴν πολιτείαν ἔσοιτο, ἀλλʼ ὡς οὐδὲ περὶ τῶν τυχόντων ἠμέληται τοῖς νόμοις εἰδόσι προνοεῖσθαι τοῦ κατʼ αὐτοὺς ἀμέμπτου. 4.231

Ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι τούτοις πρὸς διατροφήν· ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν· 4.232οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπʼ ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τό τε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατʼ αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων. 4.233μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος· οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.227 Joseph. AJ 4.231 (English) >>Joseph. AJ 4.236

Powered by PhiloLogic